Τό Εὐαγγέλιο τῆς Κυριακῆς 6 ΑΥΓΟΥΣΤΟΥ 2017 – ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ιζ΄ 1-9

Τό Εὐαγγέλιο τῆς Κυριακῆς 6 ΑΥΓΟΥΣΤΟΥ
2017
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ιζ΄ 1-9

Ἐν ταῖς ἡμέραις ἐκείναις, παραλαμβάνει ὁ Ἰησοῦς τόν Πέτρον καί Ἰάκωβον καί Ἰωάννην τόν ἀδελφόν αὐτοῦ καί ἀναφέρει αὐτούς εἰς ὄρος ὑψηλόν κατ᾿ἰδίαν· καί μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καί ἔλαμψε τό πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τά δέ ἱμάτια αὐτοῦ ἐγένετο λευκά ὡς τό φῶς.
Καί ἰδού ὤφθησαν αὐτοῖς Μωσῆς καί Ἠλίας μετ᾿αὐτοῦ συλλαλοῦντες.
Ἀποκριθείς δέ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοί μίαν καί Μωσεῖ μίαν καί μίαν Ἠλίᾳ.
Ἔτι αὐτοῦ λαλοῦντος ἰδού νεφέλη φωτεινή ἐπεσκίασεν αὐτούς, καί ἰδού φωνή ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καί ἀκούσαντες οἱ μαθηταί ἔπεσον ἐπί πρόσωπον αὐτῶν καί ἐφοβήθησαν σφόδρα. Καί προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καί εἶπεν· ἐγέρθητε καί μή φοβεῖσθε. Ἐπάραντες δέ τούς ὀφθαλμούς αὐτῶν οὐδένα εἶδον εἰ μή τόν Ἰησοῦν μόνον.
Καί καταβαινόντων αὐτῶν ἀπό τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενί εἴπητε τό ὅραμα ἕως οὗ ὁ υἱός τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Απόδοση στη νεοελληνική:
Κατά τις ἡμέρες ἐκεῖνες, παίρνει ὁ Ἰησοῦς τόν Πέτρον καί τόν Ἰάκωβον καί τόν Ἰωάννην, τόν ἀδελφόν του, καί τούς ἀνεβάζει σέ ἕνα ψηλό βουνό ἰδιαιτέρως. Καί μεταμορφώθηκε μπροστά τους καί ἔλαμψε τό πρόσωπόν του ὅπως ὁ ἥλιος, τά δέ ἐνδύματά του ἔγιναν ἄσπρα σάν τό φῶς.
Καί ἐμφανίσθηκαν εἰς αὐτούς ὁ Μωϋσῆς καί ὁ Ἠλίας, οἱ ὁποῖοι συνωμιλοῦσαν μαζί του.
Τότε ἔλαβε τόν λόγον ὁ Πέτρος καί εἶπε εἰς τόν Ἰησοῦν: «Κύριε, καλόν εἶναι νά μείνωμε ἐδῶ. Ἐάν θέλεις, ἄς κάνωμεν ἐδῶ τρεῖς σκηνές, μίαν γιά σένα, μίαν διά τόν Μωϋσῆν καί μίαν διά τόνἨλίαν».
Ἐνῷ αὐτός ἀκόμη ἐμιλοῦσε, ἕνα σύννεφο φωτεινό τούς ἐσκίασε καί μία φωνὴ ἀπό τό σύννεφο ἔλεγε: «Αὐτός εἶναι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς τόν ὁποῖον εὐαρεστοῦμαι. Αὐτόν νά ἀκοῦτε». Καί ὅταν ἄκουσαν οἱ μαθηταί, ἔπεσαν μέ τό πρόσωπόν τους εἰς τήν γῆν καί ἐφοβήθηκαν πολύ. Καί ὁ Ἰησοῦς ἀφοῦ τούς ἐπλησίασε, τούς ἄγγιξε καί εἶπε: «Σηκωθεῖτε καί μή φοβᾶσθε». Ὅταν δέ ἐσήκωσαν τά μάτια τους, δέν εἶδαν κανένα παρά μόνον τόν Ἰησοῦν.
Καί ἐνῷ κατέβαιναν ἀπό τό βουνό, ὁ Ἰησοῦς τούς διέταξε: «Μήν πῆτε σέ κανένα τό ὅραμα, ἕως ὅτου ὁ Υἱός τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ τῶν νεκρῶν».

Χαρμόσυνο Άγγελμα

shares