Τό Εὐαγγέλιο τῆς Κυριακῆς 23 Ιουλίου 2017 – ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ θ΄ 27-35

Τό Εαγγέλιο τς Κυριακς 23 Ιουλίου 2017 – ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ θ΄ 27-35

Καί παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοί κράζοντες καί λέγοντες· Ἐλέησον ἡμᾶς, υἱέ Δαυΐδ. Ελθόντι δέ εἰς τήν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καί λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατά τήν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καί ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καί ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδείς γινωσκέτω. Οἱ δέ ἐξελθόντες διεφήμισαν αὐτόν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δέ ἐξερχομένων ἰδοῦ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφόν δαιμονιζόμενον· καί ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καί ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Οἱ δέ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τά δαιμόνια. Καί περιῆγεν ὁ Ἰησοῦς τάς πόλεις πάσας καί τάς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καί κηρύσσων τό εὐαγγέλιον τῆς βασιλείας καί θεραπεύων πᾶσαν νόσον καί πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα
Και ενώ ο Ιησούς επερνούσε από εκεί, τον ηκολούθησαν δύο τυφλοί, οι οποίοι έκραζαν και έλεγαν· “σπλαγχνίσου μας, υιέ Δαυΐδ, και δος μας το φως των οφθαλμών μας”. Όταν δε έφθασε στο σπίτι, τον επλησίασαν οι τυφλοί και είπε προς αυτούς ο Ιησούς· “πιστεύετε πράγματι, ότι ημπορώ εγώ να κάμω αυτό, που ζητείτε;” Λέγουν προς αυτόν· “ναι, Κυριε”. Τότε ήγγισε τα μάτια των, λέγων· “σύμφωνα με την πίστιν σας ας γίνη αυτό προς χάριν σας”. Και αμέσως άνοιξαν οι οφθαλμοί των. Ο δε Ιησούς συνέστησεν εις αυτούς με αυστηρότητα και είπε· “προσέχετε, κανείς να μη μάθη το θαύμα”. Αλλά εκείνοι εξελθόντες διέδωσαν το θαύμα και την φήμη του Ιησού εις όλην εκείνην την χώραν. Ενώ δε αυτοί εξήρχοντο, ιδού έφεραν στον Ιησούν ένα άνθρωπον δαιμονιζόμενον κωφάλαλον. Και όταν εξεδιώχθη το δαιμόνιον, αμέσως ωμίλησεν ο κωφάλαλος και οι όχλοι που ήσαν εκεί εθαύμασαν και έλεγαν ότι ποτέ έως τώρα δεν εφάνησαν στον Ισραηλιτικόν λαόν τόσα πολλά και τόσα μεγάλα θαύματα. Οι μοχθηροί όμως και δόλιοι Φαρισαίοι έλεγαν· “αυτός διώχνει τα δαιμόνια με την δύναμιν του αργηγού των δαιμονίων”. Και περιώδευε ο Ιησούς όλας τας πόλεις και τα χωρία διδάσκων εις τας συναγωγάς αυτών και κηρύσσων το χαρμόσυνον άγγελμα της βασιλείας των ουρανών και θεραπεύων κάθε ασθένειαν και κάθε καχεξίαν μεταξύ του λαού.

Χαρμόσυνο Άγγελμα

shares